“Πῶς δεῖ ἱστορίαν συγγράφειν” -Μετάφραση Ἰωάννου Κονδυλάκη
1.
[1] Ἀβδηρίταις φασὶ Λυσιμάχου ἤδη βασιλεύοντος
ἐμπεσεῖν τι νόσημα, ὦ καλὲ Φίλων, τοιοῦτο·
πυρέττειν μὲν γὰρ τὰ πρῶτα πανδημεὶ
ἅπαντας ἀπὸ τῆς πρώτης εὐθὺς ἐρρωμένως
καὶ λιπαρεῖ τῷ πυρετῷ, περὶ δὲ τὴν ἑβδόμην
τοῖς μὲν αἷμα πολὺ ἐκ ῥινῶν ῥυέν, [2]
τοῖς δ᾽ ἱδρὼς ἐπιγενόμενος, πολὺς καὶ
οὗτος, ἔλυσε τὸν πυρετόν. Ἐς γελοῖον
δέ τι πάθος περιίστα τὰς γνώμας αὐτῶν·
ἅπαντες γὰρ ἐς τραγῳδίαν παρεκίνουν
καὶ ἰαμβεῖα ἐφθέγγοντο καὶ μέγα ἐβόων,
μάλιστα δὲ τὴν Εὐριπίδου Ἀνδρομέδαν
ἐμονῴδουν καὶ τὴν τοῦ Περσέως ῥῆσιν
ἐν μέρει διεξῄεσαν, καὶ μεστὴ ἦν ἡ πόλις
ὠχρῶν ἁπάντων καὶ λεπτῶν τῶν ἑβδομαίων
ἐκείνων τραγῳδῶν,
Πηγή |
1.
Λέγεται, ἀγαπητὲ Φίλων, ὅτι ἐπὶ τῆς
βασιλείας τοῦ Λυσιμάχου ἐνέσκηψεν εἰς
τὰ Ἄβδηρα μία τοιαύτη ἐπιδημία. Ὅλοι
οἱ κάτοικοι κατελήφθησαν ὑπὸ σφοδροῦ
πυρετοῦ, ὅστις ἐξηκολούθει μὲ συχνοὺς
παροξυσμοὺς ἐπὶ ἑπτὰ ἡμέρας. Κατὰ δὲ
τὴν ἑβδόμην ἡμέραν ἄλλοι μὲν ἀπὸ τοὺς
ἀρρώστους ἐπάθαιναν ἄφθονον αἱμορραγίαν
τῆς μύτης, ἄλλοι δὲ ἐφίδρωσιν ἐπίσης
ἄφθονον καὶ οὕτω ἔπαυεν ὁ πυρετὸς. Ἀλλὰ
τὸ νόσημα ἔφερε καὶ τὸ πνεῦμα αὐτῶν
εἰς μίαν κωμικὴν κατάστασιν. Ὅλοι δηλαδὴ
ἔκαμναν θεατρικὰς κινήσεις καὶ μεγαλοφώνως
ἀπήγγελλον ἰαμβικοὺς στίχους, μάλιστα
δὲ μέρη ἀπὸ τὴν Ἀνδρομέδαν τοῦ Εὐριπίδου
καὶ ἰδίως τὴν ἐπιφώνησιν τοῦ Περσέως:
|
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου